Strona:PL Swinburne - Atalanta w Kalydonie.djvu/16

Z Wikiźródeł, wolnej biblioteki
Ta strona została przepisana.

σήματος οἰχομένου σοι μνήματ' ἐς ὕστερον ἔσται,
σοί τε φιλὴ μνήμη μνήματος οἰχομένου·
ὅν Χάριτες κλαίουσι ϑεαὶ, κλαίει δ' Αφροδίτη
καλλιχόροις Μουσῶν τερψαμένη στεφάνοις.
οὐ γὰρ ἅπαξ ὶερούς ποτε γῆρας ἒτριψεν ἀοιδούς'
τήνδε τὸ σὸν φαίνει μνῆμα τόδ' άγλαίαν.
ἦ φίλος ἧς μακάρεσσι βροτὸς, σοὶ δ' εἴ τινι Νύμφαι
δῶρα ποϑεινὰ νέμειν, ὕστατα δῶρ', ἔδοσαν.
τὰς νῦν χάλκεος ὕπνος ἔβη καὶ ἀνήνεμος αἰὼν,
       40

καὶ συνϑαπτομέναι μοῖραν ἔχουσι μίαν.

εὕδεις καὶ σὺ, καλὸν καὶ ἀγάκλυτον ἐν χϑονὶ κοίλῃ
ὕπνον ἐφικόμενος, σῆς ἀπόνοσφι πάτρας,
τῆλε παρὰ ξανϑοῦ Τυρσηνικὸν οἶδμα καϑεύδεις
νάματος, ἡ δ' ἔτι σὴ μαῖά σε γαῖα ποϑεῖ,
ἀλλ' ἀπέχεις, καὶ ποόσϑε φιλόπτολις ὤν περ άπεῖπας·
εὕδε· μάκαρ δ' ἡμῖν οὐδ' ἀμέγαρτος ἔσει.
βαιὸς ἐπιχϑονίων γε χρόνος καὶ μοῖρα κρατήσει,
τούς δέ ποτ' εὐφροσύνη τοὺς δέ ποτ' ἄλγος ἔχει·
πολλάκι δ' ἢ βλάπτει φάος ἢ σκότος ἀμφικαλύπτει
       50

μυρομένους, δάκνει δ' ὕπνος ἐγρηγορότας·

οὐδ' ἔϑ' ὅτ' ἐν τύμβοισι κατέδραϑεν ὄμμα ϑανὸντων
ἥ σκότος ἥ τι φάος δήξεται ἠελίου·
οὐδ' ὄναρ ἐννύχιον καὶ ἐνύπνιον οὐδ' ὕπαρ ἔσται
ἤ ποτε τερπομένοις ἤ ποτ' ὀδυρομένοις·
ἀλλ' ἕνα πάντες ἀεὶ ϑᾶκον συνέχουσι καὶ ἕδραν
ἀντι βροτῆς ἄβροτον, κάλλιμον ἄντι κακῆς.