Strona:PL Swinburne - Atalanta w Kalydonie.djvu/13

Z Wikiźródeł, wolnej biblioteki
Ta strona została przepisana.

ᾤχεο δὴ Βορέηϑεν ἀπότροπος ἀλλά σε Νύμφαι
ἤγαγον ἀσπασίαν ἡδύπνοοι καϑ' ἅλα,
πληροῦσαι μέλιτος ϑεόϑεν στόμα, μή τι Ποσειδῶν
βλάψῃ, ἐν ὠσὶν ἔχων σὴν μελίγηρυν ὄπα.
τοῖος ἀοιδὸς ἔφυς· ἡμεῖς δ' ἔτι κλαίομεν, οἵ σου
δευόμεϑ' οἰχομένου, καί σε ποϑοῦμεν ἀεί.
εἶπε δὲ Πιερίδων τις ἀναστρεφϑεῖσα πρὸς ἄλλην·
ἦλϑεν, ἰδοὺ, πάντων φίλτατος ἦλϑε βροτῶν,
στέμματα δρεψάμενος νεοϑηλέα χερσὶ γεραιαῖς,
       10

καὶ πολιὸν δάφναις ἀμφεκάλυψε κάρα,

ἡδύ τι Σικελικαῖς ἐπὶ πήκτισιν, ἡδύ τι χόρδαις,
ᾀσόμενος· πολλὴν γὰρ μετέβαλλε λύραν,
πολλάκι δ' ἐνβήσσαισι καϑήμενον εὗρεν Ἀπόλλων,
ἄνϑεσι δ' ἒστεψεν, τερπνὰ δ' ἔδωκε λέγειν,
Πᾶνα τ' ἀείμνηστόν τε Πίτυν Κόρυϑόν τε δύσεδρον,
ἥν τ' ἐφίλησε ϑεὰν ϑνητὸς Ἁμαδρύαδα·
Πόντου δ' ἐν μεγάροισιν ἐκοίμιςε Κυμοδάμειαν,
τήν τ' Ἀγαμεμνονίαν παῖδ' ἀπέδωκε πατρὶ,
πρὸς δ' ἱερὸυς Δελφοὺς ϑείπληκτον ἔπεμψεν Ὀρέστην,
       20

τειρόμενον στυγεραῖς ἔνϑα καὶ ἔνϑα ϑεαῖς.